Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.142
Not analysed yet
τοῦ ι κατὰ τὸ καλούμενον οὐδέτερον |γένος "ἄλλα". <Ἃ> μὴ μεγάλα βλάπτει ἢ [μὴ] εὐανάληπτα, οἷον τὸ ψυχρόν, ὅκου τοῦτο δεῖ. Καὶ τὰ μὴ μεγάλως βλάπτοντα δοτέον ἐστὶν ἐνίοτε τοῖς ἐπιθυμοῦσιν αὐτῶν σφόδρα καὶ μέλλουσι μισεῖν τε τὸν ἰατρὸν ἐκ τοῦ μὴ λαβεῖν ἀποστρέφεσθαί τε καὶ μηδὲν αὐτῷ προστάττοντι πείθεσθαι. διδόναι τοίνυν ἀναγκαῖόν ἐστιν ἐνίοτε τούτοις ἔνια τῶν ἐπιθυμουμένων, ἐὰν μὴ μεγάλως ὑπ' αὐτῶν μέλλωσι βλάπτεσθαι, προλέγοντα μὲν ὅτι βλαβήσονται καὶ δίδωσιν αὐτὰ χαρίζεσθαί τι βουλόμενος τῷ κάμνοντι, πρὸς δὲ τὸ μέλλον αὐτὸν ἀνταιτοῦντα παρ' αὐτοῦ τὴν ἐν τοῖς ἄλλοις εὐπείθειαν. οἶδα γὰρ ἐνίους ἐκ τοῦ λαβεῖν πεισθέντας. οὕτω γοῦν κἀγὼ πολλοῖς ἔδωκα ψυχρὸν ὕδωρ ἐν ἐκείνοις τοῖς νοσήμασιν, ἐν οἷς μετὰ μίαν ἡμέραν ἦν αὐτοῦ χρεία, τοῦτο μόνον τῷ κάμνοντι χαρισάμενος ὡς μὴ περιμεῖναι τὸν ἄριστον καιρόν. ὡσαύτως δὲ καὶ περὶ βαλανείου καὶ οἴνου καὶ πάντων τῶν τοιούτων οἶδα πράξας. εἰ μέντοι μηδ' ὅλως δέοιτο μηδὲ μετὰ μίαν ἡμέραν τὸ νόσημα μηδενὸς τούτων, οὐ χρὴ χαρίζεσθαι τῷ κάμνοντι. βραχεῖαν γὰρ βλάβην ἐπανορθώ|