Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.143
Not analysed yet
σασθαι δυνατόν ἐστι τὴν μετὰ ταῦτα τοῦ κάμνοντος εὐπείθειαν, τὴν δ' οὕτως μεγάλην, ὡς ἤτοι κίνδυνον ἔσχατον ἐπιφέρειν ἢ χρόνου μῆκος, οὐκέθ' οἷόν τε πρὸς τὸ δέον πάλιν ἐπαναγαγεῖν. γράφεται δὲ καὶ κατ' ἄλλας λέξεις ἡ προκειμένη ῥῆσις, μίαν μὲν τοιάνδε· "ἀλλὰ μὴ μεγάλα βλάπτειν, οἷον ψυχρὸν ὅκου δεῖ" [τοῦ δὴ τοῦ βλάπτειν ῥήματος ἐπὶ τοῦ τέλους ἔχοντος τὸ ν,] (καὶ ταύτην γε τὴν γραφὴν οἱ παλαιοὶ τῶν ἐξηγητῶν ἴσασιν), ἑτέραν δὲ γραφὴν εὑρήσεις ἐν ἄλλοις ἀντιγράφοις [χωρὶς τοῦ ν] τοιαύτην· "ἃ μὴ μεγάλα βλάπτει εἰ μὴ <ἃ> εὐανάληπτα, οἷον ψυχρὸν ὅκου τοῦτο δεῖ." βούλεται δ' ἡ προκειμένη λέξις [ἢ μὴ] εὐανάληπτα σημαίνειν τὰ [μὴ] ταχέως ὑπεῖξαι δυνάμενα τοῖς βοηθήμασιν, ὡς ἐπανορθωθῆναι τὴν γεγονυῖαν ἤδη βλάβην. Ἄλλαι. <Καὶ τοῦτ' ἐστὶ πρόγραμμα τῶν ἐφεξῆς, ὥστε> περὶ τούτου τοῦ πράγματος ὅσα περὶ τοῦ πρόσθεν εἶπον ἀναμνησθέντας, [χρὴ] <ὑμᾶς> μηδεμιᾶς ἑτέρας ἔτι δεηθῆναι νεωτέρας ἐξηγήσεως. |