Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.146
Not analysed yet
ἔνιοι δὲ τῶν νῦν ἰατρῶν, εἰ καὶ μετριώτεροι Καλλιάνακτός εἰσιν, ἀλλὰ τραχέως καὶ αὐτοὶ προσφέρονται τοῖς νοσοῦσιν ὡς μισηθῆναι, καθάπερ ἄλλοι τινὲς ἐξ ὑπεναντίου δουλοπρεπῶς κολακεύοντες ἐξ αὐτοῦ τούτου κατεφρονήθησαν. ὥσπερ δὲ οὐ χρὴ μίσους ἄξιον φαίνεσθαι τῷ κάμνοντι τὸν ἰατρόν, οὕτως οὐδ' εὐκαταφρόνητον, ἀλλ' ἐν τῷ φιλανθρώπῳ καὶ μετρίῳ καὶ ἡδεῖ τὸ σεμνὸν φυλάττειν. εἰ μὴ γὰρ ὥσπερ θεὸν αὐτὸν ὁ κάμνων θαυμάσειεν, οὐκ ἂν <εὐπειθὴς γένοιτο, εἰ δὲ μὴ> ἑκὼν εὐπειθὴς γένοιτο, βέλτιόν [οὖν] ἐστι μήτε κολακεύειν εἰς τοσοῦτον ὥστε καταφρονεῖσθαι μήτ' ἄγροικόν τε καὶ τραχὺν ὁμοίως <εἶναι τῷ> Καλλιάνακτι. γενήσεται δὲ τοῦτο φυλάττοντος μὲν ἔν τε τῷ βλέμματι καὶ τῷ φθέγματι καὶ τῷ παντὶ τοῦ σώματος σχήματι τὸ σεμνὸν τοῦ ἰατροῦ, ἐκδιδάσκοντος δὲ τὸν κάμνοντα πείθεσθαι τοῖς πρ<οστ>αττομένοις ὑφ' ἑαυτοῦ. πολλοὶ δ' εἰσὶ λόγοι, καί σοι παραδείγματος ἕνεκεν οὐκ ὀκνήσω παραθέσθαι τινά. δυνήσεται γὰρ ὁ ἰατρὸς ἐπὶ προοιμίῳ πιθανῷ μετὰ ταῦτα πρὸς τὸν κάμνοντα διελθεῖν, ὅσα περὶ |