Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.145
Not analysed yet
θέντες οἱ νοσοῦντες ἀγανακτοῦσί τε πρὸς αὐτοὺς καὶ βεβλάφθαι τὰ μέγιστά φασι. ἅπαντ' οὖν ταῦτα προορᾶσθαι χρὴ τὸν ἰατρόν, ὡς μήτε κατὰ καιρὸν ὃν οὐ χρὴ παραγίνεσθαι μήτε προπετῶς μετὰ ψόφων πολλῶν καὶ φωνῆς μεγάλης ἢ βαδίσματος ἀσχήμονος ἢ βλέμματος ἢ ὅλως οὑτινοσοῦν τοιούτου. λόγοι. τῶν μεγίστων ἐστὶ καὶ τοῦτο πρὸς τοὺς κάμνοντας ὑπὸ τῶν ἰατρῶν ἤτοι προσηκόντως ἢ οὐ προσηκόντως τι γινόμενον. ἔνιοι μὲν γὰρ αὐτῶν ἐσχάτως εἰσὶν ἀβέλτεροι τοιοῦτοί τινες ὄντες, οἷον ὁ Ζεῦξίς φησιν ὑπὸ Βακχείου γεγράφθαι Καλλιάνακτα γεγονέναι τὸν Ἡροφίλειον ἐν τοῖς Ἀπομνημονεύμασιν Ἡροφίλου τε καὶ τῶν ἀπὸ τῆς οἰκίας αὐτοῦ· νοσοῦντος γάρ τινος, εἶτ' εἰπόντος τῷ Καλλιάνακτι "τεθνήξομαι", φασὶν αὐτὸν ἐπιφωνῆσαι τόδε τὸ ἔπος· εἰ μή σε Λητὼ καλλίπαις ἐγείνατο. ἑτέρῳ δὲ ταὐτὸ τοῦτ' εἰπόντι φάναι· κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων. |