Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.156
Not analysed yet
ἁπάντων ἄμεινόν ἐστιν, ὥσπερ ὄσπριά τε πολλὰ προέψοντες ἐπιτήδεια πρὸς ἐδωδὴν ἐργαζόμεθα λάχανά τε καὶ καρποὺς καὶ ζῴων μόρια, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ ὕδωρ ἑψήσει πρῶτον ἀλλοιοῦντας ἐπὶ τὸ βέλτιον οὕτω προσφέρεσθαι. καὶ καθ' ἑτέραν δὲ χρείαν ὕδωρ προθερμαίνοντες ψύχομεν, εἰ καὶ μήτε γεῦσιν ἔχοι μήτ' ὀδμὴν μοχθηράν, ἀκριβῶς δ' εἴη καθαρόν, ὅταν αὐτοῦ πειραθῶμεν ἤτοι γ' ἐ<πὶ> πλέον ἐν τῇ γαστρὶ διαμένοντος ἢ πλήττοντος αὐτὴν ἢ ἐκφυσῶντος ἢ βαρύνοντος. ἔστι γὰρ ἀμέλει καὶ τοιαῦτα πολλά, περὶ ὧν μάλιστά μοι δοκεῖ γεγραφέναι τὴν διάκρισιν ἀπὸ τῶν ἀρίστων ὑδάτων ὁ Ἱπποκράτης, ἔνθα φησίν· "ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον κουφότατον." οὐ γὰρ ἐπὶ τῶν βορβορωδῶν ἢ δυσωδῶν ἢ φαρμακῶδές τι κατὰ τὴν γεῦσιν ἐμφαινόντων ἡ τοιαύτη διάγνωσίς ἐστι χρήσιμος, ἅ γε προδήλως ἐμφαίνεται πᾶσιν, ἀλλ' ἐφ' ὧν οὐδὲν μὲν τούτων ἐστίν, ἑτέρα δέ τις ἤτοι δι' ἐπιμιξίαν ἀέρος μοχθηροῦ κακία περὶ τὸ ὕδωρ ἐστὶν ἤ τις ἄλλη σύμφυτος αὐτῷ τῷ ὕδατι διαλεληθυῖαν |