Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.157
Not analysed yet
ἔχουσα τὴν αἰτίαν. ἐπὶ τούτων γὰρ ἡ εἰρημένη διάγνωσις ἄριστον κριτήριον, οὔτε γὰρ θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων· ἑτέρα τε παραπλησία τῇδε διὰ τῶν ἑψομένων ἐν αὐτῷ λαχάνων ἢ ὀσπρίων ἢ καρπῶν ἢ κρεῶν ἢ ῥιζῶν· τάχιστα μὲν γὰρ ἐν τοῖς ἀρίστοις ὕδασι, βραδύτατα δὲ ἐν τοῖς μοχθηροῖς ἕψεται, καὶ κεκλήκασί γε τὰ οὕτως μοχθηρὰ τῶν ἀρχαίων τινὲς [καὶ] "ἀτέραμνά" τε καὶ "ἀτεράμονα", παραπλησίως αὐτοῖς τοῖς ὀσπρίοις, ὅσα δυσχερῶς ἕψεται. διὰ τοιαύτας μὲν οὖν χρείας ἐνίοτε προθερμαίνοντες ὕδωρ ψύχομεν, οὐ μὴν ἀλλὰ καὶ θερμὸν αὐτὸ πίνειν μέλλοντες, ὅταν ᾖ βορβορῶδες ἢ ἰλυῶδες ἢ δυσῶδες, οὕτω προπαρασκευάζομεν. ὅταν γὰρ προθερμανθὲν ψυχθῇ, κατὰ μὲν τὴν αἴσθησιν ἀποτίθεται τὴν δυσωδίαν ἣν ἐκ σηπεδόνος τοὐπίπαν ἐπικτᾶται τό τε γεῶδες ἅπαν ἐφιστάμενον ἴσχει ῥᾳδίως, ὃ πρὶν θερμανθῆναι κατὰ σμικρὰ μόρια μεμειγμένον ἅπαντι τῷ ὕδατι πινόμενον ἅμα αὐτῷ βλάβην οὐ σμικρὰν ἐργάζεται, καὶ μάλιστ' ἐφ' ὧν τὰ κατὰ νεφροὺς |