Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.163
Not analysed yet
περὶ τοῦ μὴ πωμασθέντος ἀγγείου. καὶ γὰρ τὸ γεγραμμένον ἐφεξῆς οὐ προσίεται τὴν εἰρημένην ἐξήγησιν ἔχον οὕτως· τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθεμα ἔχειν, ἀντιδιῄρηταί τε τῇ προκειμένῃ λέξει, καθ' ἥν φησιν· ὕδωρ ἀφεψηθὲν τὸ μὲν ὡς δέχηται τὸν ἀέρα. τοῦ γὰρ ἐπιφερομένου τῷδε τῷ λόγῳ τοῦ δευτέρου κατὰ τὴν ῥῆσιν ἀξιοῦντος ἐπίθεμα ἔχειν τὸ ἀγγεῖον, ὁ ἀντιδιῃρημένος αὐτῷ τὸ μηδ' ὅλως ἔχειν τὸ ἐπίθεμα κωλύσει, καὶ τοῦτο ἐσήμηνεν ὁ Ἱπποκράτης ἐν τῷ γράψαι· τὸ μὲν ὡς δέχηται τὸν ἀέρα· τὸ γὰρ ἐπίθεμα ἔχον ἀγγεῖον οὐ δέξεται τὸν ἀέρα, τὸ δ' οὐκ ἔχον ἑτοίμως δέχεται δηλονότι. τοῦτο δέ φαμεν ἐπὶ τῶν <πρὸς> ἀέρος ψυχροῦ ψυχομένων ὑδάτων γίνεσθαι, καθάπερ ἐπὶ τῆς Ἀλεξανδρείας εἰώθασι πράττειν. ἔνθα δὲ ἢ <φρέασιν ἢ> κρουνοῖς ὑποβάλλουσι τὸ ἀφεψηθὲν ὕδωρ, ἐνταῦθα βέλτιόν ἐστιν ἀπόκενον εἶναι τὸ ἀγγεῖον, ὅπως <ὁ> μεταξὺ τοῦ <τε> ἐπιθέματος καὶ τοῦ κατὰ τὸ ἀγγεῖον ὕδατος ἀὴρ ψυχθεὶς αὐτὸς πρότερον οὕτως τῇ ψαύσει ψύξῃ τὸ πλησιάζον ὕδωρ. ὥσπερ γὰρ ὕδωρ ἑτοιμότερον ἁπάντων τῶν γεωδῶν σωμάτων θερμαίνεταί τε καὶ ψύχεται [τε], διότι λεπτομερέστερον αὐτῶν ἐστι, κατὰ τὸν |