Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.162
Not analysed yet
φαίνεται τὸ καθαρὸν ὕδωρ οὐκ αὐγῆς τινος ἔξωθεν ἐμπιπτούσης εἰς αὐτὸ λαμπρᾶς, ἀλλὰ κατὰ τὴν ἀλλοίωσιν, ἣν ἐκ τοῦ προσπίπτοντος ἔχει φωτός, ὥσπερ γε καὶ αὐτὸς ὁ ἀήρ. οὐδὲ γὰρ οὐδ' οὗτός ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν λαμπρός, ἢ πάντως ἂν ἦν καὶ νύκτωρ τοιοῦτος, ἀλλὰ τοῖς ἄνω πέρασιν αὐτοῦ προσπιπτούσης τῆς ἡλιακῆς αὐγῆς ὅλος ἀλλοιοῦταί τε καὶ μεταβάλλεται συνεχὴς ὢν ἑαυτῷ. τὸ δὲ κενὰς εἶναί τινας χώρας ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα τῇ μὲν Ἐπικούρου τε καὶ Ἀσκληπιάδου δόξῃ περὶ τῶν στοιχείων ἀκόλουθόν ἐστι· τῇ δ' Ἀριστοτέλους τε καὶ τῶν Στωϊκῶν ἐναντίον οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόσμῳ πεπεισμένων ὑπάρχειν, ἀλλ' ἐκπεπληρῶσθαι πάντα σώμασιν. οὐδὲ γὰρ κατὰ τὴν κίσσηριν αἱ μεταξὺ τῶν γεωδῶν σωμάτων χῶραι παντάπασιν αὐτοῖς εἶναι δοκοῦσι κεναί. περιέχεσθαι γοῦν ἐν αὐταῖς τὸν ἀέρα φασίν. κατὰ μέντοι τὸ ὕδωρ <μη>δ' εἶναί τινα ποροποιΐαν τοιαύτην, ὁποία κατὰ τὴν κίσσηρίν ἐστιν, ἀλλὰ συνεχὲς ἑαυτῷ παντελῶς ὑπάρχειν αὐτό. βέλτιον οὖν εἰρῆσθαι νομίζειν, <ὅ> φησιν ὡς δέχηται τὸν ἀέρα, |