Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.166
Not analysed yet
ῥήσεως οὕτως ἐξηγήσατο ***"βούλεται", φησίν, |"ὁ Ἱπποκράτης μὴ ‘ἐμπλέειν’ τῇ γαστρὶ τὸ ὕδωρ". ὀξύνει δὲ δηλονότι τὴν δευτέραν συλλαβὴν τοῦ ἐμπλέον ὀνόματος, οὐχ ὥσπερ οἱ ἄλλοι τὴν πρώτην, ἀκούεσθαι βουλόμενος οὐ τὸ πλῆρες ἀγγεῖον ἐξ αὐτῆς, ὥσπερ ἐκείνοις ἔδοξεν, ἀλλὰ τὸ κατὰ τὴν κοιλίαν ἐμπλέον, ὅπερ ἐστὶ μετέωρον. ***ἀλλ' ἐπεὶ τυφλώττει τὸ φιλοῦν περὶ τὸ φιλούμενον, διὰ τοῦτο ἡ φιλαυτία πολλάκις ἐργάζεται τυφλοὺς ἡμᾶς ἐπὶ τοῖς ἡμετέροις μόνοις, εἰ καὶ τὰ ἀλλότρια βλέπομεν ἀκριβέστατα. ***Ὅτι ἐξ αἱμορραγιῶν ἐξυδεροῦνται. Τῆς αὐτῆς δυνάμεως ἔσται ὁ λόγος τῷ κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένῳ "ὅτι αἵματος ῥυέντος ἐκχλοιοῦνται", γίνεται γὰρ ἀμφότερα ψυχομένου τοῦ σώματος. ***|