Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.167
Not analysed yet
Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, καὶ εὐφόρως φέρουσιν. Ἔνιοι μὲν ἄνευ τοῦ καὶ συνδέσμου γράφουσι τὴν ῥῆσιν ὡσαύτως τῇ κατὰ τοὺς Ἀφορισμούς, οἱ πλεῖστοι δὲ μετὰ τοῦ καὶ βουλόμενοι τὸ μὲν "ὅτι συμφέρει" προσυπακούειν ἡμᾶς, ὅπερ ἄντικρυς εἴρηται κατὰ τὴν ἐν τοῖς Ἀφορισμοῖς ῥῆσιν ἔχουσαν οὕτως· "ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, συμφέρει τε καὶ εὐφόρως φέρουσιν", ἐνδείκνυσθαι δ' ἐνταῦθα τὸν καὶ σύνδεσμον προσκείμενον, ὅτι πρὸς τῷ συμφέρειν <καὶ τὸ> εὐφόρως φέρειν αὐτοῖς ὑπάρχει τὴν ἐκ τῆς καθάρσεως κένωσιν, εἴτ' οὖν ἡμῶν δόντων τὸ φάρμακον εἴτε καὶ τῆς φύσεως αὐτῆς ἐκκαθαιρούσης τὸ σῶμα τῶν λυπούντων χυμῶν ἡ κένωσις γίνοιτο. καθάρσεις γὰρ εἴωθεν ὀνομάζειν οὐ μόνον τὰς ὑπὸ φαρμάκων γινομένας, ἀλλὰ καὶ τὰς ὑπὸ τῆς φύσεως. ὁ δὲ Θουκυδίδης καὶ τὰς |