Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.173
Not analysed yet
εἴσω διὰ τῆς εἰσπνοῆς τὸν ἀέρα ψυχρὸν ὄντα δηλονότι, καὶ μάλισθ' ὅτι κατὰ τοὺς ὕπνους εἴσω τοῦ σώματος ὑποχωρεῖ τὸ θερμόν. ἀλλ' ἐάν, ὥσπερ ἐν τοῖς ὕπνοις ἀπολιπόντος τὴν ἐκτὸς ἐπιφάνειαν αὐτοῦ τὸ βάθος τοῦ σώματος γίνεται θερμότερον, οὕτω καὶ διὰ τὸ περιέχον ἐμψυχομένων τῶν κατὰ τὸ δέρμα θερμαίνηται τὰ διὰ τοῦ βάθους, οὐ τελέως ὁ ἄνθρωπος ἐμψυχθήσεται διὰ τῆς εἰσπνοῆς. ἄμεινον οὖν ἐστιν ἀντισπᾶν μὲν εἰς τὸ δέρμα τὴν θερμασίαν ἐπιβλήμασι θερμαίνουσιν, εἰσπνεῖν δὲ <τὸν ἀέρα> ψυχρόν, ὡς ἑκατέρωθεν εἰς μετριότητα κράσεως ἄγηται τὸ θερμὸν σῶμα. κάλλιστον μὲν οὖν ἐστιν, ὡς ἔφην, συνάπτειν τοῖς προειρημένοις <τὰ> κατὰ τήνδε τὴν λέξιν εἰρημένα, χωρίζοντες δὲ αὐτὴν οἱ πολλοὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐ μόνον ταῖς ἐνθέρμοις φύσεσιν, ἀλλὰ πᾶσιν ἀνθρώποις οἴονται κοινῇ συμφέρειν ὑπνοῦν μὲν ἐν ἀέρι ψυχροτέρῳ χάριν τοῦ τὴν ἀθροιζομένην ἐν τῷ βάθει θερμασίαν ἐμψύχεσθαι, περιβεβλῆσθαι δ' ἕνεκα τοῦ μὴ πᾶσαν ἀμέτρως εἴσω συννεύειν, προσερχομένης τῆς ἐκ τοῦ καταψύχεσθαι τὰ <κατὰ> τὸ δέρμα |