Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.172
Not analysed yet
ἐν θέρει. μεμνῆσθαι δὲ χρὴ πρὸ πάντων ἐν τοῖς τοιούτοις λόγοις, ὅτι τὰς ἐνθέρμους φύσεις ὀνομάζειν ἔθος ἐστὶν αὐτῷ ταύτας, καθ' ἃς οὐ τὸ σύμφυτον πλεονάζει θερμόν, ἀλλὰ τὸ δριμὺ καὶ δακνῶδες, ὅπερ ἐπίκτητόν τε καὶ οὐ κατὰ φύσιν εἶναι νομίζει. Ὕπνος ἐν ψύχει ἐπιβεβλημένῳ. Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἰδίᾳ ταύτην ἐξηγοῦνται τὴν ῥῆσιν. ἐμοὶ δ' ἄμεινον εἶναι δοκεῖ συνάπτειν αὐτὴν τῇ προγεγραμμένῃ καὶ ποιεῖν ἕνα λόγον ἅπαντα τόνδε· ἐνθέρμῳ φύσει ψῦξις, ποτὸν ὕδωρ, ἐλινύειν, ὕπνος ἐν ψύχει ἐπιβεβλημένῳ. τῆς <δ'> "ἐμψύχει" λέξεως τὴν πρώτην συλλαβὴν διὰ τοῦ ν γραφόντων τε καὶ λεγόντων ἡμῶν, <οὐ> διὰ τοῦ μ, γενήσεται †γὰρ οὕτως ἄρθρον, ὡς εἰ καὶ "ἐν τῷ ψύχει" τις ἔφη. τοὺς γὰρ ἀμετρότερον ἔχοντας θερμὴν τὴν κρᾶσιν ἄμεινόν ἐστιν ἐν χωρίῳ ψυχρῷ κοιμωμένους ἕλκειν |