Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.175
Not analysed yet
ἀκούειν ἡμᾶς ἀξιούντων αὐτῶν τὴν ὑπνώδη τοῦ σώματος διάθεσιν ἐν μὲν τῷ κατακεῖσθαι τὸν ἑδραῖόν τε καὶ βέβαιον ὕπνον, ἑστῶσι δὲ νυσταγμὸν ἐργάζεσθαι. Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός. Ἃ μὲν οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἔγραψαν εἰς τήνδε τὴν λέξιν ἄμεινον σιωπᾶν, ἃ δὲ οἱ μᾶλλον αὐτῶν ἔχεσθαι τοῦ πιθανοῦ δόξαντες εἶπον, ἐστὶ τοιαῦτα· τὴν ἀγρυπνίαν ψύχειν φασὶ τὸ σῶμα καὶ τούτου τεκμήριον τίθενται τὴν ἑπομένην ἄχροιαν τοῖς ἀγρυπνήσασιν. ὅταν οὖν, φασίν, ἔνθερμον κρᾶσιν ἐμψῦξαι βουλώμεθα, πρὸς τοῖς ἄλλοις οἷς εἶπεν ἔμπροσθεν ὁ Ἱπποκράτης ἔτι καὶ τοῦτο προσθετέον, ὡς ἤτοι προφροντίζοντές τι καὶ πράττοντες ἀγρυπνοῦσιν ἢ, εἰ μὴ τοῦτο ποιεῖν δύνανται, κωλυτέον αὐτοὺς κατακλινομένους ὑπνοῦν, <ὥστε> ἀναγκάζονται δυοῖν θάτερον πράττειν, ἢ καθῆσθαι |