Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.176
Not analysed yet
ἢ ἑστάναι. τὸν γὰρ τῶν καθημένων ὕπνον ἑδραῖον ὠνομάσθαι φασὶν ἀπὸ τῆς ἕδρας, ἴσον δὲ δύνασθαι τὸν τούτων ὕπνον τῷ τῶν ἑστώτων νυσταγμῷ, καὶ διὰ τοῦτο εἶπεν αὐτός· ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός, ὡς εἰ καὶ οὕτως εἴρητο ὁ σύμπας λόγος· τὰς ἐνθέρμους φύσεις κωλύειν προσήκει πλείστοις ὕπνοις χρῆσθαι. βέλτιον γὰρ αὐταῖς ἐγρηγορέναι τε καὶ πράττειν τι, μάλιστα μὲν αὐτὰς εἴργειν καὶ τοῦ καθίζειν· εἰ δὲ μή, τοῦτο μὲν συγχωρεῖν παραπλήσιον ὑπάρχον τῷ τῶν ἑστώτων νυσταγμῷ, κατακλίνεσθαι δὲ κωλύειν. τινὲς δὲ τὸν ἑδραῖον ὕπνον ἀντὶ τοῦ βαθὺν <περὶ τούτων> εἰρῆσθαι νομίζοντες, ὅσοιπερ ἂν οὕτως ἔχωσιν ὡς ἑστῶτες ἤδη νυστάζειν, ἀλλὰ τίνος ἕνεκα χρείας ἔγραψε ταῦτα μὴ προσθέντες ἀτελῆ τὸν λόγον εἰργάσαντο. <διὸ τάχ' ἄμεινον εἰπεῖν εἰρῆσθαι> ταῦθ' ὑπ' αὐτοῦ συμβουλεύοντος ἡμῖν, ὅσους ἑδραίως, ὅπερ ἐστὶ βαθέως, κοιμηθῆναι βουλόμεθα, τούτους ἐπὶ τοσοῦτον ἐγρηγορότας φυλάττειν, ὡς μηδ' ἑστάναι δύνασθαι χωρὶς τοῦ νυστάζειν.