Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.177
Not analysed yet
ἐὰν γὰρ εἰς τοῦτο ἀφίκωνται, βαθέως κοιμηθή|σονται. πολλοὺς γὰρ ἐγὼ διὰ τὸ ταχέως ἐπὶ τὸν ὕπνον ἰέναι βιασάμενος ἀγρυπνῆσαι μέχρι πλείονος ἀμέμπτως ὑπνῶσαι παρεσκεύασα, καθάπερ καὶ τῶν ἀνορεξίαν μεμφομένων ἐνίους ἀναγκάσας ἀσιτῆσαι μέχρι πολλοῦ τῆς ἡμέρας ἐποίησα πεινῆσαι. πρὸ γὰρ τοῦ δεῖσθαι τὴν φύσιν ὕπνων ἢ σιτίων ἐπ' αὐτὰ παραγινόμενοι τοῖς εἰρημένοις συμπτώμασι περιπίπτουσι. χρὴ δὲ μὴ περιβιάζεσθαι τὴν φύσιν ἀκαίρως, ἀλλ' [ὡς] ὑπηρετεῖν εὐκαίρως. ἐγὼ μὲν οὖν ἅ μοι δοκεῖ πιθανῶς τις εἰς τὴν τῆς προκειμένης λέξεως ἐξήγησιν εἰπεῖν εἴρηκα. τοὺς δ' οἰομένους τὸν ὕπνον ἀεὶ ψύχειν ἐπίκαιρόν τι τῆς τέχνης ἀγνοεῖν ἡγοῦμαι. διὰ παντὸς μὲν γὰρ ὕπνος ὑγραίνει, καθάπερ ἀγρυπνία ξηραίνει (καὶ τοῦθ' ἡμᾶς αὐτὸς ἐδίδαξεν), οὐ διὰ παντὸς δὲ θερμαίνειν ἢ ψύχειν πέφυκεν. ἀλλ' ὅταν μὲν ἀπυρέτων ὄντων ἤτοι φλεγματώδεις ἢ ὠμοὺς ἢ ὁπωσοῦν ψυχροὺς χυμοὺς εὑρὼν ἐν τῷ σώματι κατεργάσηταί τε καὶ πέψῃ, χρηστὸν ἐξ αὐτῶν ἐργασάμενος αἷμα θερμαίνει τὸν ἄνθρωπον αὐξήσει τῆς |