Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.179
Not analysed yet
νέναι τὸ σῶμα; ταῦτα δὲ οὐδὲ γινώσκουσι τὴν ἀρχὴν οἱ πολλοὶ τῶν ἐξηγησαμένων τὰ Ἱπποκράτους βιβλία. μάθοις δ' ἂν οὕτως ἔχον ὃ λέγω καθ' ὃν ἐγκαλεῖ Λύκος λόγον ἐν Ἀφορισμοῖς αὐτῷ γράψαντι, "τὰ αὐξανόμενα πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμόν." ἀλλ' ὅτι γε δι' ἄγνοιαν ὧν ὁ Ἱπποκράτης ὀρθῶς ἔγραψε περὶ τῆς κατὰ τὰς θερμασίας διαφορᾶς ἐπηρεάζειν αὐτὸν ἐτόλμησε, δι' ἑνὸς ὅλου βιβλίου δέδεικταί <μοι> τὴν ἐπιγραφὴν ἔχοντος "ὅτι μηδὲν ἡμάρτηται κατὰ τὸν ἀφορισμόν, οὗ ἡ ἀρχή· ‘τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν [πλείστης οὖν δεῖται τροφῆς].’" Αἱ ἀσθενέες δίαιται ψυχραί, αἱ δὲ ἰσχυραὶ θερμαί. Διαίτας ἀσθενεῖς ἤτοι τὰς δι' ἀσθενῶν ἐπιτηδευμάτων ἐδεσμάτων τε καὶ πομάτων ἢ τὰς ἀσθενὲς ἐργαζομένας τὸ |