Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.180
Not analysed yet
ζῷον εἴρηκεν. αἱ ψυχραὶ δὲ εἴτε κατὰ τὴν ἑαυτῶν κρᾶσιν εἴτε κατὰ τὴν ἐν ἡμῖν διάθεσιν ἣν ἐργάζονται λέγοιντο, διοίσουσιν ἀλλήλων οὐδέν. ἀσθενῆ μὲν οὖν ἐπιτηδεύματα λέγοιτ' ἂν τὰ διὰ βραχέων κινήσεων τοῦ σώματος γινόμενα, καθάπερ ἰσχυρὰ τὰ διὰ σφοδρῶν, ἐδέσματα ἀσθενῆ μέν, ὅσα μήτε ὀδμὴν ἰσχυρὰν ἔχει μήτ' ἐν τῇ γεύσει ποιότητα σφοδρὰν ὀξύτητος ἢ γλυκύτητος ἢ ἁλυκότητος ἢ πικρότητος ἢ στρυφνότητος ἢ δριμύτητος, ἀλλ' ἤτοι μετρίως ἐστὶ γλυκάζοντα τὴν γεῦσιν ἢ μετρίαν στύψιν ἐμφαίνοντα καὶ θερμασίαν ὁμοίως ὀλίγην, ἰσχυρὰ δὲ τὰ τούτων ἐναντία. ἐὰν μὲν οὖν ἀσθενῆ πάντα τά τε ἐπιτηδεύματα καὶ τὰ διαιτήματα προσάγηται τῷ σώματι, ψυχθήσεται σφόδρα, καθάπερ γε κἂν ἰσχυρὰ θερμανθήσεται γενναίως. ἐὰν δὲ τὰ μὲν, τὰ δὲ μή, κατὰ τὴν ἀναλογίαν τῆς μίξεως ἤτοι γ' ἐγγυτέρω θατέρου τῶν ἄκρων ἢ πορρωτέρω παραγενήσεται. |