Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.188
Not analysed yet
φερομένοις νέφεσιν, ὅτ<αν> ἀλλήλοις ἐντύχῃ, τὴν παράτριψιν εὔλογον γίνεσθαι. τοῦ δ' ὅλου συνεχοῦς τε καὶ ἡνωμένου παράτριψις οὐκ ἂν γένοιτο. διὰ τοῦτο οὐδὲ κεραυνοὶ πίπτουσιν ἐν τῇ τοιαύτῃ καταστάσει, μήτ' ἀέρος ἐν τοῖς νέφεσι περιλαμβανομένου θερμοῦ μήτε παρατρίψεως ἰσχυρᾶς γινομένης. ὅταν γὰρ ἀλλήλοις ἀπαντῶντα τὰ νέφη τὸ μεταξὺ πυρῶδες εἰς ἑαυτὰ συνελαύνοντα καὶ σφίγγοντα πυκνώσῃ τελέως, ἐκθλίβεται τηνικαῦτα ποτὲ μὲν εἰς τὴν ἄνω χώραν ὁ κεραυνὸς ἢ τὴν εἰς τὸ πλάγιον, ἐνίοτε δ' ἐπὶ τὴν γῆν. ταύτην μὲν τὴν φορὰν αὐτοῦ ὁρῶμεν μόνην, αἱ δ' ἄλλαι λανθάνουσιν ἡμᾶς. ἐμοὶ μὲν οὖν εἴρηται διὰ συντόμων εἰς τὴν ῥῆσιν, ὅπως τε γίνονται βρονταὶ καὶ διὰ τί τὸ βροντιαῖον ὕδωρ ἄμεινον ἔφησεν εἶναι τοῦ λαιλαπώδους. ἄκρως δὲ καθαρὸν καὶ λελεπτυσμένον ἐστὶ τὸ κατειργασμένον ὡραῖον. <τὸ> δ' ἐν τῷ μεταξὺ τούτου τε καὶ τοῦ λαιλαπώδους, τὸ βροντιαῖον, ὅσον ἀπολείπεται τοῦ ὡραίου, τοσοῦτον πλεο|