Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.187
Not analysed yet
τοῦ περιέ|χοντος ἑνουμένους τοὺς λελεπτυσμένους ἀτμοὺς αἰσθητὸν ὕδωρ γίνεσθαι, τηνικαῦτα <τοῦτον> τὸν ὄμβρον ἐροῦμεν ὡραῖον εἶναι, λελεπτυσμένου τε καὶ προκατειργασμένου τοῦ ὕδατος ἀπὸ τῆς κατὰ τὸν ἀέρα θερμότητος εἶναί τε διὰ τοῦτο βέλτιον αὐτὸ τῶν λαιλαπωδῶν ἀκατεργάστων τε καὶ ἀμεταβλήτων ὄντων, ὁποῖα κατά τινας πηγὰς ὕδατα γίνεται τὰ καλούμενα πρὸς τῶν ἀρχαίων "ἀτεραμνώδη". διὰ τί δὲ καὶ τὸ βροντιαῖον ἀποδέχεται μᾶλλον ἢ τὸ λαιλαπῶδες ἐφεξῆς ἴδωμεν. ἐμοὶ μὲν δοκεῖ, διότι τὰς βροντὰς οἶδε γινομένας ἤτοι διὰ πυρὸς ἐναπόληψιν, ὅταν ἐκκρινόμενον οἷον ῥῆξίν τινα ποιήσῃ τοῦ περιέχοντος αὐτὸ νέφους, ἡνίκα καὶ κεραυνοὶ πίπτουσιν, ἢ παρατριβομένων ἀλλήλοις τῶν νεφῶν, <ὧν> οὐδέτερον ὑπάρχει τῷ λαιλαπώδει. πεπύκνωται γὰρ ὁ ἀὴρ ἐν τῇ τοιαύτῃ καταστάσει συνεχοῦς καὶ μέλανος ἑνὸς νέφους ἅπαντα αὐτὸν κατειληφότος. εἰκότως οὖν οὐ γίνονται βρονταὶ κατὰ τὴν τοιαύτην διάθεσιν τοῦ περὶ τὴν γῆν ἀέρος. ἐν γὰρ τοῖς διεσπασμένοις καὶ κατὰ τὴν περιγραφὴν ἰδίαν |