Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.192
Not analysed yet
σωμάτων. εὔδηλον δὲ ὡς ἐπὶ τούτων ὁ λόγος εἴρηται νῦν ὑφ' Ἱπποκράτους, οὐδενὸς ἀγνοοῦντος, <ὁπ>ηνίκα βλάπτει τοὺς πλείστους τῶν νοσούντων <ὁ> οἶνος. ἀλλὰ καὶ ἡ ἀγρυπνία κατὰ διττὸν τρόπον γινομένη διττὴν ἔχει καὶ τὴν ἐπὶ ταῖς ἐδωδαῖς τελευτήν. ἐὰν μὲν γὰρ πράττοντές τι διὰ νυκτός, ὡς ἐν ταῖς παννυχίσιν, ἐγρηγορότες διατελέσωσι, κενοῦται μὲν τὸ σῶμα, βλάβη δ' οὐδεμία σαφὴς γίνεται δυνάμεως. ἐὰν δὲ κατακείμενοι μέρη μέν τινα τῆς νυκτὸς ὑπνώσωμεν, ἀγρυπνήσωμεν δὲ τὰ λοιπά, καταλύεται μὲν ἡ δύναμις. οὔτε γὰρ ὀρεγόμεθα βέλτιον οὔτε πέττομεν οὔτε τὰς ἐφεξῆς τῇ πέψει φυσικὰς ἐνεργείας ἀμέμπτους ἔχομεν, ἅπαντα χείρους γενόμενοι τῶν καλῶς κοιμηθέντων. Ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει, ἐν θερμῷ [φύσει θέρμη] λεπτύνει. |