Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.193
Not analysed yet
Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐνθέρμῳ δῆλόν ἐστιν ἀπὸ τῆς "ἔνθερμος" εὐθείας κλινόμενον, τὸ δ' ἐπὶ τῇ τελευτῇ δύναιτ' ἄν τις ἀκούειν ὡς ἔκ τε προθέσεως τῆς ἐν καὶ πτώσεως δοτικῆς τῆς θερμῷ συγκείμενον, ὥσπερ ἀμέλει καὶ ἤκουσαν ὀλίγου δεῖν ἅπαντες οἱ ἐξηγηταί, τινὲς μὲν εἰς δύο μέρη διελόντες τὴν ῥῆσιν, ὡς ἑκάτερον ἰδίας ἐξηγήσεως δεόμενον, ἔνιοι δ' ὅλην ὡς μίαν ἐξηγησάμενοι. Διοσκουρίδης δὲ καὶ μετέγραψεν ἐπὶ τὸ σαφέστερον αὐτήν, ὥσπερ εἴωθε ποιεῖν ἐπὶ τῶν ἀσαφῶν ῥήσεων. ἰδίᾳ μὲν ἔγραψε τὸ ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ, προσθεὶς αὐτῷ τὸ λεπτύνειν, βουλόμενος ἡμᾶς ἀκούειν τὴν ἔνθερμον φύσιν, ὅπερ ἐστὶ πολύθερμον, ἐν ὥρᾳ θερμῇ, τουτέστι θερινῇ λεπτύνεσθαι, διαφορουμένην ὑπὸ τῆς ὀνομαζομένης ἤδη συνήθως ἅπασι τοῖς νεωτέροις ἰατροῖς "λόγῳ θεωρητῆς διαπνοῆς", ἣν καθ' ἑτέραν λέξιν [τινὰ] ἄλλοι τινὲς "ἄδηλον αἰσθήσει διαπνοὴν" ὀνομάζουσι, γινομένην μὲν ἅπασιν |