Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.20
Not analysed yet
μέγα πυκνὸν εἶδος τῆς δυσπνοίας. ἔνιοι δὲ καὶ τὸ κατὰ τὴν γαστέρα πνεῦμα πλέον ἠθροῖσθαι νομίζουσιν ἐκ τῆς λέξεως δηλοῦσθαι. ταῦτα μὲν οὖν κατὰ τὴν λέξιν ἔχει τὴν ἀσάφειαν, ἄλλα δὲ κατὰ μόνην τὴν διάνοιαν. πότερον γὰρ ἐπὶ μόνῳ τῷ σπληνὶ πάσχοντι συνέβη τὴν γυναῖκα καὶ πυρετὸν καυσώδη σχεῖν καὶ τὴν δύσπνοιαν ἢ τὴν ἐμπνευμάτωσιν τῆς γαστρός, ἐξέρυθρόν τε τὴν χρόαν, ἢ καί τις ἄλλη πυρετώδης αὐτῇ διάθεσις ἐγένετο, δι' ἣν ταῦτα συνέπεσεν, ἄδηλόν ἐστι. μέγιστον δ', ὡς ἔφην, τὸ μὴ γινώσκειν ἡμᾶς ὁποῖα τὰ οὖρα μέχρι κρίσεως ἐγένετο καὶ διὰ τί κατὰ τὴν δεκάτην ἡμέραν ἐπεσήμηναν οἱ ἱδρῶτες. εἴωθε γὰρ αὐτὸς ἐν αἷς ἡμέραις οἱ παροξυσμοὶ σφοδρότεροι γίνονται προσγράφειν, ἵν' εἰδῶμεν, ὡς ἐκ πολλῆς τῆς τῶν κατὰ μέρος πείρας ἤθροισε τὴν ἐμπειρίαν, ἀφ' ἧς ἀπεφήνατο καθόλου περὶ πάντων νοσημάτων, ὧν οἱ παροξυσμοὶ ἐν περισσαῖς ἡμέραις γίνονται, τούτων καὶ τὰς κρίσεις ἐν περισσαῖς ἡμέραις ἀποτελεῖσθαι. ὃ δὲ πάντων ἐστὶν |