Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.19
Not analysed yet
μέγας φύσει, πυρετὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα δεκάτῃ, ἱδρὼς τὰ πολλὰ ἄνω, ἀτάρ τοι καὶ κάτω ιδʹ. Οὐδὲν ἀξιόλογον ἐκ ταύτης τῆς ῥήσεως ἔνεστιν ἡμῖν μαθεῖν. θαυμάσαιμι δ' ἂν εἰ καὶ αὐτὸς <ὁ> Ἱπποκράτης οὕτως ἔγραψεν ἄνευ τοῦ προσγράψαι τὰ οὖρα· ὡς, εἴ γε προσεγέγραπτο, πλέον ἂν ἐκ τούτων εἰς ἀνάμνησιν ἔσχε τι. πρὸς ἡμᾶς δ' ἐξ ἐπιμέτρου καὶ τοῦτ' ἐστὶν ἀσαφές, τό γε κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως γεγραμμένον ἣν τὸ πρῶτον ἐθεράπευσα. ζητήσεως γὰρ ἄξιόν ἐστι, πότερον ἑαυτοῦ χάριν, ὡς ὀνομάτων καὶ τόπων ἐν οἷς οἱ νοσοῦντες κατέκειντο μνημονεύειν εἴωθεν, οὕτω καὶ νῦν προσέγραψεν ἣν τὸ πρῶτον ἐθεράπευσα διὰ τὸ <μὴ> μεμνῆσθαι τὸ ὄνομα τῆς γυναικός, ἢ δηλωτικόν ἐστι τοῦ νῦν ἐξ ὑποστροφῆς νοσῆσαι τὴν ἄνθρωπον. οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ τῇ δεκάτῃ τῶν ἡμερῶν γεγονέναι γεγραμμένον ἀσαφές ἐστιν εἴτε δύσπνοιαν ἁπλῶς σημαίνει ἡντινοῦν εἴτε μόνον τὸ δεδιωγμένον καὶ |