Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.200
Not analysed yet
ταύτην δ' οἵ τε |παλαιοὶ τῶν ἐξηγητῶν ἐπίστανται τὴν γραφήν, ἔν τε τοῖς ἀκριβέσιν ἀντιγράφοις εὑρίσκεται. ***[Αὖθις] οἷσι πλεῖστον τὸ θερμόν, μεγαλοφωνότατοι· καὶ γὰρ ψυχρὸς ἀὴρ πλεῖστος. δυοῖν δὲ μεγάλοιν μεγάλα καὶ τὰ ἔκγονα γίνεται. Προεῖπον ἄρτι τῆς ῥήσεως ταύτης τὴν γραφὴν †τὴν ἀρχαίαν οὐχ οὕτως ἀλλ' ἐν οἷσι πλεῖστον τὸ θερμὸν ἐκεῖνοι τῶν ἐξηγητῶν ὅσοι τοῦ τέλους τῆς προτέρας ἀφείλοντο τὸ ἐνίοις. ***λέγωμεν οὖν ἤδη περὶ τῆς κατὰ τὴν προκειμένην ῥῆσιν ἀληθείας. ***οἷς γὰρ πλεῖστόν ἐστι τὸ θερμὸν ἐν τῇ καρδίᾳ δηλονότι (ταύτην γὰρ ἐδείξαμεν οἷον ἑστίαν εἶναι τῆς ἐμφύτου θερμασίας), ἀναγκαῖόν ἐστι καὶ τὸν εἰσπνεόμενον ἀέρα πλεῖστον εἶναι· καὶ γὰρ καὶ τοῦτ' ἐδείχθη κατὰ τὸ Περὶ χρείας ἀναπνοῆς. εἰ δ' οὖν πλέον τοῦ ἀέρος |