Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.199
Not analysed yet
ἔφην Ἐρασίστρατον ἐμνημονευκέναι. θερμαίνεται δὲ κατὰ τὴν τῶν σιτίων πέψιν ἐν τῇ γαστρί. γινομένης γὰρ αὐτῆς ὑπὸ τοῦ ἐμφύτου θερμοῦ παραπλησίως τοῖς ἑψομένοις, ὥσπερ ἐκείνοις ἀναφέρεταί τις ἀτμὸς θερμός, οὕτω συμβαίνει ποτὲ καὶ κατὰ τὴν κοιλίαν καὶ μάλιστα τοῖς ἀκρατέστερον οἶνον πεπωκόσιν. ἀλλ' ἐὰν ἐγρηγορότων αὐτῶν ἡ γαστὴρ κενωθεῖσα μηκέτ' ἀναπέμπῃ τοὺς ἀτμοὺς ἥ τ' ἐν τοῖς τεθερμασμένοις μέρεσι θερμασία διαφορηθῇ, παύονται διψῶντες. ἔνιοι μέντοι διψώδεις ἐξ ὕπνου γίνονται διὰ τὴν τῶν ἐδηδεσμένων ἢ πεπομένων θερμότητα τῆς γαστρὸς ἐκθερμανθείσης, ἥτις οὐ καθίσταται χωρὶς τῆς ἔξωθεν ἐπικουρίας. οὕτως γοῦν οἱ πολλοὶ τῶν ἔθος ἐχόντων ψυχροποτεῖν ὤνηντό ποτε πιόντες ὕδωρ ψυχρὸν ἐν τοιούτῳ καιρῷ πρὸ τοῦ λούσασθαί τε καὶ τροφὴν προσενέγκασθαι. διὰ τοῦτ' οὖν ἐν τῇ δευτέρᾳ διαφορᾷ τοῦ δίψους προσέθηκε τὸ ἐνίοις. οὐ γὰρ ἅπασιν, ὡς ἐπιδέδεικται, τοῖς ἐξ ὕπνου διψῶσιν ἡ αὐτὴ διάθεσις γίνεται.