Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.202
Not analysed yet
ὑπάρχειν. εἰ γὰρ δὴ πάντῃ τε καὶ πάντως ἀνὰ λόγον τῷ μεγέθει τῆς καρδίας ὁ θώραξ ηὐξάνετό τε καὶ οὐ παρενέπιπτέ ποτε μοχθηρὰ διάπλασις, οὐκ ἂν ὡς τὸ πολὺ τοὺς πολυθέρμους ἔφην γίνεσθαι μεγαλοφώνους, ἀλλὰ διὰ παντός. οὐ μὴν οὐδ' ὥσπερ ἀνὰ λόγον τῷ θώρακι τὸ μέγεθος ἀεὶ τοῦ πνεύμονος εὑρίσκεται, οὕτω καὶ τῷ τούτου μεγέθει τὰ τρία γένη τῶν κατ' αὐτὸν ἀγγείων ἀνὰ λόγον αὐξάνεται. φαίνεται δὲ κἀν ταῖς ἀνατομαῖς τῶν ζῴων οὐκ ἀκριβῶς ἡ ἀναλογία φυλαττομένη ***ἀλλ' ἐν μὲν δὴ τούτοις τοῖς μορίοις ὀλίγον τι τὸ μὲν ὑπερβάλλον εὑρίσκεται, τὸ δὲ ἐλλεῖπον. ἀξιόλογον δ' ἐν τῇ τῆς καρδίας πρὸς τὸν θώρακα <διαφορᾷ> καὶ τοῦτ' ἐστὶ τὸ μάλιστα ποιοῦν τοῖς ἐπίσης θερμοῖς ἀνθρώποις ὀλιγάκις διαφορὰν ἀξιόλογον ἐν τῷ τῆς φωνῆς μεγέθει. ὁ μὲν οὖν Ἱπποκράτης τῷ πλήθει τοῦ ἀέρος ἀναφέρει μόνῳ τὸ μέγεθος τῆς φωνῆς. ἔστι δ' οὔτε μόνον οὔτε πρῶτον ἀξιώματι τοῦτο τῶν τὴν φωνὴν μεγάλην ἐργαζομένων αἰτίων. ὕλη γάρ ἐστι μεγάλης φωνῆς, <οὐκ αἴτιον δραστικόν, ὡς ἐν τοῖς Περὶ φωνῆς> ὑπομνήμασιν ἐδείχθη. ***|