Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.203
Not analysed yet
Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοί, οὗτοι ἐπίφλεβοι καὶ ὀξυθυμότεροι. Ὅτι διττὸν οἶδε κατὰ τὸ σῶμα τῶν ζῴων τὸ θερμὸν ὁ Ἱπποκράτης, ἕτερον μὲν ὅπερ αὐτὸς "ἔμφυτον" ὀνομάζει, τὴν οὐσίαν ἔχον ἐν <τῷ> αἵματί τε καὶ ἐν τοῖς ἐναίμοις σπλάγχνοις, ἕτερον δὲ δριμὺ καὶ δακνῶδες καὶ πυρῶδες, ἐν ᾧ γένει καὶ ὁ πυρετός ἐστιν, ἐν πολλοῖς ἤδη τῶν συγγραμμάτων αὐτοῦ δέδεικται. γέγραπται δέ μοι καὶ καθ' ἓν ὑπόμνημα τελέως περὶ τοῦδε, καθ' ὃ τὴν ἐπιγραφὴν ἐποιησάμην "ὅτι μηδὲν ἡμάρτηται κατὰ τὸν ἀφορισμόν, οὗ ἡ ἀρχὴ ‘τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν’." ἀπολογοῦμαι δ' ἐν αὐτῷ ὑπὲρ τοῦ Ἱπποκράτους, λύων τὰ Λύκου πρὸς τὸν ἀφορισμὸν ἐγκλήματα καὶ δεικνὺς διὰ τὴν τῶν ἀρίστων δογμάτων ἄγνοιαν ἐπηρεάζοντα τῷ Ἱπποκράτει τὸν Λύκον. ἀλλὰ |