Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.208
Not analysed yet
ταῦτ' οὖν ἅπαντα τὰ νῦν ἐπὶ κεφαλαίων εἰρημένα |κατ' ἄλλα μέν τινα τῶν εἰρημένων ὑπομνημάτων καὶ μάλιστα τῆς Θεραπευτικῆς μεθόδου τελέως ἐξείργασται, νυνὶ δὲ διὰ συντόμων εἴρηται παραλελειμμένα τοῖς ἐξηγηταῖς. εἰώθασι γὰρ πλεονάζειν μὲν ἐν τοῖς ἀχρήστοις, ἐκλείπειν δ' ἐν τοῖς χρησιμωτάτοις. ἐγὼ γοῦν, ἐπειδὴ πάνυ χρήσιμός ἐστιν ὁ προκείμενος λόγος, ἀναλαβὼν αὐτὸν ἐπὶ κεφαλαίων αὖθις ἐρῶ, συνάψας τῇ τῆς προκειμένης ῥήσεως ἐξηγήσει. θερμοκοιλίους μὲν ἡγητέον αὐτὸν λέγειν, οὐχ ὥσπερ τοὺς παῖδας εἶπε καὶ τοὺς ἀθλητὰς πολὺ τὸ ἔμφυτον ἔχειν θερμὸν οὐδ' ὡς ἐν χειμῶνι τὰς κοιλίας τῷ φυσικῷ θερμῷ θερμοτάτας ὑπάρχειν, ἀλλ' ὡς τὸ δακνῶδές τε καὶ μοχθηρὸν θερμὸν οὐκ ὀλίγον ἔχοντας ἐν τῇ δυσκράτῳ γαστρί. τοὺς τοιούτους δὲ ψυχροσάρκους εἰκότως ὠνόμασεν, ἀτροφοῦντας ἀπορίᾳ χρηστῆς τε ἅμα καὶ δαψιλοῦς τροφῆς, ἣν ἐκ τοῦ κατὰ φύσιν αἵματος ἔχουσιν ἐν τοῖς εὐκράτοις σώμασιν. ἕπεται δὲ τῇ τοῦ αἵματος ἐνδείᾳ <τὸ> ψυχρὰς γίνεσθαι τὰς σάρκας, ἐπίκτητον δὴ τὴν θερμασίαν ἐξ αἵματος ἐχούσας, |