Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.207
Not analysed yet
ρόν ἐστιν, οὐδὲ τόθ' ἑλκύσουσι, κἂν δέωνται, καθάπερ οὐδ' ἡμεῖς αὐτοὶ προσιέμεθα τὰ κεκνισωμένα καί τινας ἑτέρας μοχθηρὰς ἔχοντα ποιότητας ἐδέσματα, κἂν πάνυ σφόδρα τροφῆς ὀρεγώμεθα. καὶ γὰρ καὶ ἡ ὄρεξις αὐτὴ παύεται γευσαμένων ἡμῶν τοιούτου σιτίου. κατὰ τοῦτ' οὖν αἱ σάρκες ἐκ τῶν φλεβῶν ὀλίγον ἕλκουσιν εἰς θρέψιν αὐτὸ τὸ ἀναγκαιότατον, ὡς κατὰ βραχὺ χρόνῳ πλείονι κατὰ τὰς φλέβας ἀθροίζεσθαι μοχθηρὸν αἷμα. καὶ διὰ τοῦτ' ἐν ταῖς φλεβοτομίαις οὐκ ἂν ἴδοις ποτὲ τῶν τοιούτων ἀνθρώπων ἐρυθρὸν αἷμα ῥέον, ἀλλ' ὡς ἂν εἴποι τις ἑτέραν ἔχον χρόαν εὑρίσκεται τοῦτο, εὐθὺς δὲ καὶ δυσῶδες. καὶ εἰ ἐκ πολλοῦ χρόνου μὴ εἴη κεκενωμένος ὁ ἄνθρωπος, μέλαν φαίνεται τὸ αἷμα τὸ κατὰ τὴν φλεβοτομίαν ἐκκενούμενον, ἄλλοτ' ἄλλην ἔχον ἐν πάχει τε καὶ λεπτότητι σύστασιν, ἐνίοτε μὲν ὀρρῶδες καὶ λεπτότερον, ἐνίοτε δὲ παχύτερον, ὥσπερ δὴ καὶ λίαν παχὺ καὶ μέλαν φαίνεταί ποτε, παραπλήσιον ὑγρᾷ πίττῃ.