Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.210
Not analysed yet
ἡμῖν διήνυσται. τοῖς δ' Ἱπποκρατείους μὲν ἑαυτοὺς ὀνομάσασιν, ἀγνοοῦσι δὲ τὰ κυριώτατα δόγματα τῆς Ἱπποκράτους τέχνης, οἷς καὶ τὰ διὰ τῆς ἐμπειρίας φαινόμενα μαρτυρεῖ, μέμψασθαι δίκαιον, οὐχ ὡς ἡμεῖς εἰρήκαμεν, ἀλλ' ἑτέρως ποιησαμένοις τὴν ἐξήγησιν. οἴονται γὰρ ἐπὶ τῶν θερμοτέρων κοιλιῶν τὰ τοῦ συμφύτου θερμοῦ ῥέπειν εἰς τὸ βάθος, ἀπολείπειν <δὲ> τἀκτὸς μέρη καὶ διὰ τοῦτο ψυχροσάρκους ἐργάζεσθαι τοὺς ἀνθρώπους. ἀλλ' αἱ τοιαῦται ῥοπαὶ κατὰ μὲν τὰς ὥρας καὶ τὰς χώρας καὶ ὅλως τὰς καταστάσεις τοῦ περιέχοντος καὶ ἐγρηγόρσεις τε καὶ ὕπνους γίνονται, καθάπερ γε κἀν τοῖς ψυχικοῖς πάθεσι, λύπαις καὶ φόβοις, ἡδοναῖς τε σωματικαῖς καὶ χαραῖς ψυχικαῖς. οὔτε δὲ φυσικὴ κατασκευὴ σώματος οὔθ' ἡλικία <κατ>εργάζεται τοιαύτην μετάστασιν ἐμφύτου θερμασίας, ἀλλ' εἰσίν, ὡς κἀν τοῖς Ὑγιεινοῖς ἐδείχθη, μοχθηραὶ κατασκευαὶ σώματος, ἔνιαι μὲν ἐν ὅλῳ τῷ ζῴῳ δυσκρασίαν ἔχουσαι, τινὲς δ' ἐν τῇ τῶν μορίων ἀνωμάλῳ κατασκευῇ, καθάπερ καὶ ἡ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένη περὶ τῶν ἐν μοχθηρᾷ καταστά|