Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.211
Not analysed yet
σει τὴν κοιλίαν ἐχόντων, οὐκ ἐν ἀρίστῃ, καθάπερ αἱ τὸ ἔμφυτον ἔχουσαι θερμὸν πολὺ καὶ διὰ τοῦτο εἰς εὐσαρκίαν συντελοῦσαι τὰ μέγιστα καὶ παχύνουσι τὴν ἕξιν, οὐ καθαιροῦσι καὶ λεπτύνουσι ταῖς δυσκράτοις ὁμοίως. Αὐχμῶν ἐπὶ γῆς οἰωνῶν γένος εὐθηνεῖ. Οἱ γὰρ ὄρνιθες, ὡς ἂν ξηρότεροι τὴν κρᾶσιν ἡμῶν ὄντες, ἐν τοῖς αὐχμοῖς ὑγιαίνουσι μᾶλλον. ἴσμεν δὲ καὶ τροφαῖς αὐτοὺς ξηροτέραις ὀλίγῳ τε ποτῷ χρωμένους, οὐχ ὥσπερ οἱ σύες ὕδατι συνεχῶς λούεσθαι ποθοῦντες ἐμπίπλασθαί τε συνεχῶς οὐκ ὀλίγου ποτοῦ. Τράγος, ὁκότερος ἂν φανῇ ἔξω ὄρχις, ἢν μὲν δεξιός, ἄρρεν, εὐώνυμος δὲ θῆλυ. |