Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.213
Not analysed yet
οὖν εἴρηταί μοι περὶ τοῦδε κατὰ τὴν τῶν Ἀφορισμῶν ἐξήγησιν, ἐπὶ τὸν ἐνεστῶτα μετοίσεις λόγον, αἰτίας μιᾶς οὔσης κοινῆς ἐπί τε τῶν ἀρρένων καὶ τῶν θηλειῶν, δι' ἣν τὰ μὲν ἀριστερὰ μέρη τῶν θηλειῶν ἐστι γεννητικά, τῶν δ' ἀρρένων τὰ δεξιά. λέλεκται δὲ περὶ τούτου κἀν τοῖς Περὶ χρείας μορίων. Ὀφθαλμοὶ ὡς ἂν ἰσχύος, οὕτω καὶ γυῖον καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσιν. Εὔδηλον δὴ ὅτι προσυπακοῦσαι χρὴ τῷ ὡς ἂν ἰσχύος τὸ ἔχωσιν, ὅπερ ἔνιοι καὶ προσέγραψαν. ***ἡ γοῦν διάνοια τῆς ῥήσεως, ὡς ἐμοὶ δοκεῖ κάλλιστά τις ἐξηγήσασθαι παραλιπὼν τὰ μοχθηρῶς εἰρημένα τοῖς πλείστοις, ἥδ' ἂν μάλιστα γένοιτο· "ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν, ὅπως ἄν τις ἀπὸ τῶν ὀφθαλμῶν διαγινώσκοι περὶ τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως, ἐπειδὴ μάλισθ' οὗτοι τὴν βε|