Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.212
Not analysed yet
Ἐν τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν τῶν μειρακίων, ὥσπερ ἥ τε τοῦ σπέρματος αὐτοῖς γένεσις ἄρχεται καὶ τριχῶν τῶν ἐπὶ τοῖς αἰδοίοις, οὕτω καὶ ἡ τῶν ὄρχεων αὔξησις ἀθρόα, καθάπερ γε ταῖς παρθένοις ἡ τῶν τιτθῶν ἅμα τῇ τῶν καταμηνίων φορᾷ. τηνικαῦτα τοίνυν καὶ ἡ τῆς φωνῆς γίνεται μεταβολὴ τοῖς ἄρρεσι μάλιστα, πρότερον γὰρ ὄντες ὀξύφωνοι, τελέως μὲν ἡβήσαντες ἀποτελοῦνται βαρύφωνοι, κατὰ δὲ τὸν μεταξὺ χρόνον οἱονεὶ βραγχώδης αὐτοῖς ἡ φωνὴ γίνεται. διὰ τί μὲν οὖν ἐπιφαίνεται ταῦτα πάντα κατὰ τὴν εἰρημένην ἡλικίαν, ὁ παρὼν οὐ χρῄζει λόγος ἀναζητεῖν· ὅτι δ' ἐπιφαίνεται ταῦτα πάντα καὶ ἡ ἐμπειρία δείκνυσιν, ὥσπερ γε καὶ ὅτι τῶν ὄρχεων εἰ μὲν ὁ δεξιὸς πρότερον εἰς ὄγκον ἀρθείη, τὰ τοιαῦτα μειράκια τελειωθέντα καὶ ἀνδρωθέντα παῖδας ἄρρενας <γεννᾶν> ἰσχύει μᾶλλον ἤπερ θηλείας· εἰ δ' ὁ ἀριστερός, ἔμπαλιν. οὕτω δὲ καὶ περὶ τῆς μήτρας φρονεῖ. κατὰ γοῦν τοὺς Ἀφορισμοὺς ἔγραψεν· "ἔμβρυα τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον." ἅπερ |