Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.215
Not analysed yet
οὖν ὅταν ἄρρωστον ἢ ὀλίγον ᾖ, κατὰ τοὺς ὀφθαλμοὺς τὰ ἄρτι λελεγμένα γίνεται συμπτώματα. καὶ ἡ χροιὴ δέ, φησί, τουτέστι τὸ χρῶμα, μεταβάλλει πρὸς τὸ βέλτιον ἢ χεῖρον. εὔδηλον δέ, εἴτε περὶ τῶν ὀφθαλμῶν ἔτι ποιεῖται τὸν λόγον εἴτε περὶ τῆς καθ' ὅλον τὸ σῶμα χρόας. ἑκάτερον γὰρ αὐτῶν ἀληθές ἐστι, τῶν μὲν ὀφθαλμῶν ὥσπερ ἰσχὺν καὶ ἀσθένειαν, οὕτω καὶ εὔχροιάν τε καὶ δύσχροιαν ὑπαλλαττομένων, ἀκολουθούσης δὲ τούτοις καὶ τῆς καθ' ὅλον τὸ σῶμα διαθέσεως. ἐὰν μὲν γὰρ εὐχροῶσιν οἱ ὀφθαλμοί, τὸ γυῖον ὑγιεινῶς ἔχειν δηλοῦσι, τουτέστιν ὅλον τὸ σῶμα. κακόχροιαν δέ τινα ἔχοντες καὶ εὐθὺς <αὐ>τὸ πᾶν βεβλάφθαι δηλοῦσι. θᾶττον δὲ τῶν ἄλλων μορίων ἐν ὀφθαλμοῖς ἡ μεταβολὴ φαίνεται τῶν χρωμάτων διὰ τὸ καθαρόν τε καὶ λαμπρὸν αὐτῶν. οὐ μόνον δὲ τοῦτο δύναται σημαίνειν ἡ λέξις, ἀλλὰ καὶ τὴν ἐν ὅλῳ τῷ σώματι μεταβολὴν τῆς χρόας ἕπεσθαι τοῖς κατὰ τὼ ὀφθαλμὼ σημείοις. ἀπὸ μὲν οὖν τῶν ὀφθαλμῶν οὕτως ἡ διάγνωσις ἐφ' ὅλον τὸ σῶμα μετάγεσθαι δύναται, καθ' ἑαυτὴν δὲ τὴν λέξιν ἐξηγεῖσθαι δυνα|