Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.216
Not analysed yet
τὸν ἄνευ τῶν ὀφθαλμῶν, ἐὰν συνάπτῃ τις αὐτῇ τὴν ἐπιφερομένην. ἑξῆς οὖν ἀπ' ἄλλης ἀρχῆς οὕτως αὐτὴν ἐξηγήσομαι. Καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσι. δίκαιον δὲ, ὡς ἂν ἔχῃ ἡ τροφή, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι. Τὴν χρόαν ἀνὰ λόγον τῇ τροφῇ, τουτέστι τῷ αἵματι, πρὸς τὸ κάκιον ἢ βέλτιον ἐπιδιδόναι φησί. αἷμα δὲ λέγει νῦν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμόν, ἐν ᾧ καὶ φλέγματός τι καὶ χολῶν καὶ ἰχώρων περιέχεται. τοῦτο γὰρ ἄμεινόν τε καὶ χεῖρον γίνεται. τὸ δ' ἐν αὐτῷ περιεχόμενον, ὃ κυρίως αἷμα λέγεται καὶ κατὰ τὴν ἐπικράτειαν αὐτοῦ τὸ σύμπαν ὀνομάζεται, μοχθηρὸν εἰπεῖν ἀδύνατον, ὥσπερ οὐδ' ἄλλην τινὰ χρόαν ἔχον ὅτι μὴ τὴν ἐρυθράν. |