Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.22
Not analysed yet
κάτω." ἐπὶ τὴν ἑξῆς οὖν ῥῆσιν ἤδη μεταβῶμεν. ἴσως γὰρ ἐν ἐκείνῃ τι σαφέστερον εὑρήσομεν, ὁποτέρᾳ χρὴ συντάσσειν τὸ "ἧσσον", εἴτε τῇ νῦν προκειμένῃ κατὰ τὴν τελευτὴν εἴτε τῇ μετ' αὐτὴν ἐπὶ τῆς ἀρχῆς. Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν, ἐπιπυρετήνασιν, ὡς οἶμαι, ὑποστροφαί. Ὑπακοῦσαι χρὴ "παυσαμένου τοῦ πυρετοῦ". πῶς γὰρ ἂν ἄλλως ἧττον αὐτοῖς εἶναι νομίσαιμεν ὑποστροφάς, εἰ μὴ παύσαιτο πρότερον; εἰ δ' ἀφέλοιμεν τὸ ἧσσον ἀπὸ ταύτης τῆς ῥήσεως, ὡς ἐνίοις ἔδοξεν ὕστατον <ἐν> τοῖς προηγουμένοις αὐτὸ τάξασι, τὴν ἐναντίαν τῇδε διάνοιαν ὁ λόγος ἕξει, τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν ἐπιπυρετήνασιν ὑποστροφὰς γίνεσθαι νοούντων ἡμῶν. ὅπερ οὖν ἐν ἅπασι ποιοῦμεν, οὐ τῇ τοῦ λόγου πιθανότητι τὰ ζητούμενα διορί|