Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.23
Not analysed yet
ζοντες, ἀλλὰ τοῖς ἐναργῶς ἐπὶ τῶν ἀρρώστων ὁρωμένοις, ἐὰν καὶ νῦν ποιήσωμεν, εὑρήσομεν ὀρθῶς προτεταγμένον τῆς ῥήσεως τῆσδε τὸ ἧσσον. ὁ γὰρ πυρετὸς ἐπιγενόμενος κορύζαις καὶ βράγχοις βεβαιοτέραν αὐτῶν ποιεῖται <τὴν> πέψιν, ὡς μηκέτ' αὖ<θις> ὑποστροφὴν γίνεσθαι ῥᾳδίως, μηδ' ἂν ἁμάρτωσί τι, τῶν ἄλλων <τῶν ληξάντων> τοῦ πυρέττειν ἄνευ τοιαύτης αἰτίας ὑποστροφαῖς ἁλισκομένων ἐπὶ τοῖς ἁμαρτήμασι. διὰ τί δὲ πρόσκειται τῷ λόγῳ τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν; οὐ γὰρ δὴ ἀπ' ἄλλου τινὸς γίνονται μορίου κορυζώδεις. ἐγχωρεῖ μὲν οὖν καὶ οὕτως εἰρῆσθαι τὸν λόγον, ὡς κατὰ τήνδε τὴν ῥῆσιν εἴρηται· "σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν", ἐγχωρεῖ δέ, διότι τῶν βραγχωδῶν ἐν αὐτοῖς ἐμνημόνευσε, προσθεῖναι τὸ ἀπὸ κεφαλῆς, ἐπειδὴ καὶ ἄλλως γίνονται βράγχοι. δυνατὸν δὲ καὶ τοῖς ἀπὸ κεφαλῆς εἰρῆσθαι, γράψαντος αὐτοῦ πρὸς ἀνάμνησιν ἑαυτῷ συντόμως