Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.223
Not analysed yet
ἐπεὶ καὶ κατὰ τὰς μελλούσας λέγεσθαι ῥήσεις οὐδὲν ἐρῶ περὶ τῶν τοιούτων γραφῶν. ὁ τοίνυν τῆς λέξεως νοῦς, εἰ μὲν ἁπλῶς τις ἀκούοι τοῦ λεγομένου, σαφής ἐστι, δηλοῦντος τοῦ Ἱπποκράτους τὴν ἑαυτοῦ γνώμην, ὡς οὐκ εἴη τοῦ χοροῦ τῶν ἄτεχνον ἡγουμένων εἶναι τὴν φύσιν, ἀλλὰ τεχνικὴν καὶ προνοητικὴν τοῦ ζῴου. δύναμιν δὲ προσήκει νῦν ἀκούειν ἐκ τοῦ τῆς φύσεως ὀνόματος ἐνοικοῦσαν αὐτοῖς τοῖς σώμασι τοῖς διοικουμένοις ὑπ' αὐτῆς, ἧς τὴν οὐσίαν ἥτις ἐστὶν οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι ζητεῖν, ὥσπερ οὐδὲ τῆς ψυχῆς ἡμῶν ἢ τοῦ κατ' αὐτὴν ἡγεμονικοῦ. δεῖται γὰρ οὐδενὸς αὐτῶν ὁ ἐνεστηκὼς λόγος, ἀλλὰ μόνον ὅτι καλῶς ὑπελάμβανεν ὁ Ἱπποκράτης τὴν φύσιν ἰατρὸν εἶναι τῶν νοσημάτων. ἴσως γάρ τις οἰήσεται τὴν ἰατρικὴν τέχνην ἀναιρεῖσθαι τῷ λόγῳ τούτῳ. διὰ τοῦτ' οὖν οὐχ ἁπλῶς ἀκούειν χρὴ τὸ νούσων φύσις ἰητρός. βαθύτερον γὰρ νόημα κατὰ τὴν λέξιν τήνδε περιέχεται διαρθρώσεως ἀκριβεστέρας δεόμενον, ἣν οὐ<δαμόθι> πρόσθεν ἐποιησά|