Ancient Greek · ~2 min
17b.221 to 17b.222
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.221-222
Not analysed yet
ψυχρὸν ἐκπνεῖν μήτ' ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἀτμὸν θερμόν. εἰκότως δὲ καὶ οἱ περὶ τὸν Ζεῦξιν ἰδίᾳ τὸ "σημεῖα θανατώδεα" προεξηγησάμενοι περιεῖλον ὅλην τήνδε τὴν λέξιν, ἐν ᾗ φησι τὰ ζωτικὰ ἐναντία. Πρὸς ὑγιείην <πόνος σιτίων ἡγείσθω. >ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΕΜΠΤΟΝ εἴρηται δὲ πολλάκις ὡς τὰς τοιαύτας γραφάς, ἐν αἷς οὐδὲν ὑπαλλάττεται τὸ λεγόμενον, ἀλλ' ἡ διάνοια μένει κατὰ πᾶν ἡ αὐτή, κρίνειν οὐ πρόκειταί μοι φυλαττομένῳ τὸ μῆκος τῶν ὑπομνημάτων, ἀλλὰ καὶ νῦν αὐτὸ τοῦτο χάριν ἀναμνή|σεως εἶπον,