Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.225
Not analysed yet
τὰς νόσους |ὑπὸ τροφῆς ἐν καιρῷ δοθείσης ποιᾶς καὶ ποσῆς αἰονήσεώς τε καὶ καταπλασμάτων καὶ κλυστήρων καὶ φλεβοτομίας ὅσα τ' ἄλλα τοιαῦτα θεραπεύεσθαί τις λέγων οὐκ ἂν ψεύσαιτο, καθάπερ οὐδ' ὁ φάσκων ὑπὸ τῶν ἰατρῶν θεραπεύεσθαι τὰς νόσους, οὐδ' ὁ τὴν ἰατρικὴν τέχνην θεραπευτικὴν εἶναι τῶν νοσούντων. ὥσπερ δὲ ὁ ταῦτα λέγων οὐκ ἂν ὡς ψευδόμενος ἐλεγχθείη, κατὰ τὸν αὐτὸν τρόπον οὐδ' ὁ τὴν φύσιν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πράττειν πάνθ' ἡγούμενος. ἕπεται δὲ τούτῳ καὶ τὸ τὰς νόσους ἐκείνην πρώτην ἰᾶσθαι, καὶ μάλισθ' ὅταν ἐναργῶς ὑγιάσῃ τὸν ἄνθρωπον ἱδρῶτας ἐκχέασα πολλοὺς ἢ δι' οὔρων ἢ διὰ γαστρὸς ἢ δι' ἐμέτων κενώσασα τοὺς λυποῦντας χυμούς. τί τοίνυν τούτων ἁπάντων ἀξιώματι πρῶτόν ἐστιν ἢ τί δεύτερον ἢ τί τρίτον, ὅσα ποιεῖν ὑγείαν ἔφαμεν, ἐπισκέψασθαι προσήκει, καὶ μάλισθ' ὅτι δὴ καὶ ἄλλα τινὰ προσέρχεται, δι' ὧν αἱ νόσοι θεραπεύονται, περὶ ὧν ἁπάντων τῆς κατὰ τὴν ἀξίαν τάξεως ἄμεινον ἐγνῶσθαι.