Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.226
Not analysed yet
δοκεῖ |γὰρ ἡμῖν ἄμεινον μὲν λέγεσθαι καὶ ἡ φύσις ἰᾶσθαι τὰς νόσους, ὀρθῶς δὲ καὶ ἡ ἰατρικὴ καὶ ὁ ἰατρός, ἀληθῶς δὲ καὶ ὁ ὑπηρέτης αὐτοῦ καὶ ἡ φλεβοτομία καὶ ἡ δι' αὐτὴν γενομένη ῥύσις τοῦ αἵματος. ἴσως δ' ἀξιώσει τις καὶ τὸν μάγειρόν τι συντελεῖν καὶ τὸν ὑφάντην καὶ τὸν οἰκοδόμον καὶ τὸν χαλκέα καί τινας ἄλλους τεχνίτας, ὧν τοῖς ἔργοις εἰς ὑπηρεσίαν χρώμεθα τῶν παρασκευαζομένων τοῖς ἀνθρώποις ὑγείας ἕνεκα. ἀλλὰ τῶν τοιούτων ἔνια μὲν ὗλαι βοηθημάτων, οὐ βοηθήματά εἰσιν, ἔνια δ' ὄργανα τοῖς βοηθοῦσιν ἐπιτήδεια. βοηθήματα δὲ γίνεται διὰ τοὺς ἐν καιρῷ δέοντι καὶ ὡς προσήκει χρωμένους αὐτοῖς. ὅταν μὲν γὰρ ὠφελήσῃ δοθεὶς αὐτοῖς οἶνος, ἡ δόσις αὐτοῦ βοήθημά ἐστιν. ἐὰν δ' ἀκαίρως προσενεχθεὶς παραφροσύνην ἢ φρενῖτιν ἐργάσηται, νοσῶδες αἴτιον, οὐχ ὑγιεινὸν οὐδὲ βοήθημα γίνεται. τίς οὖν αἴτιός ἐστι τῆς γενέσεως τοῦ βοηθήματος; ὁ τὸν καιρὸν εὑρίσκων δηλονότι. τίνα δὲ τοῦτον οἱ Ἕλληνες ὀνομάζουσιν; ἦ καὶ τοῦτο πᾶσιν εὔδηλον, ὡς ἰατρὸς οὗτος καλεῖται; ὥστε ἰατρὸς