Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.227
Not analysed yet
οἴνου κυριώτερος εἰς |ὑγείας φυλακήν τε καὶ ποίησιν. ὑγιαίνουσί τε γὰρ ὠφέλιμος οἶνος γίνεται καιρῷ καὶ μέτρῳ πινόμενος ἰᾶταί τε τὰς νόσους ὅτε χρὴ προσφερόμενος. ἀλλ' ὅ γε ἰατρὸς οὐχ ὅτι ζῷόν ἐστιν ἤτοι πεζὸν ἢ ὅτι δίπουν ἢ ὅτι λογικὸν ἢ πολιτικὸν ἐπίσταται καιρὸν καὶ μέτρον ἑκάστης τῶν ὑλῶν, ἀλλ' ὅτι τέχνην μεμάθηκεν ὑγιεινῶν τε καὶ νοσωδῶν γνωστικήν. εἰ γὰρ δι' ἐκείνων ταῦτ' ἠπίστατο, πάντες <ἂν> ἄνθρωποι τὴν αὐτὴν ἐπιστήμην εἶχον, ὥστε προτέρα κατὰ τὸ ἀξίωμα τῶν ἰατρῶν ἐστιν ἡ τέχνη, δι' ἣν ἰατροὶ γίνονται. τῇ γὰρ ἐκείνης δυνάμει χρώμενοι τὰς νόσους θεραπεύομεν. ἀλλ' ὃν ἔχει λόγον ὕλη καὶ τὰ ὄργανα πρὸς ἰατρόν τε καὶ τὴν τέχνην αὐτοῦ, τοῦτον αὖ πάλιν αὐτός τε καὶ ἡ τέχνη πρὸς τὴν ἐν τῷ θεραπευομένῳ φύσιν. ἐκείνη γάρ ἐστιν ἡ πάντα τὰ δέοντα πράττουσα κατὰ τὰ τῶν ζῴων σώματα καὶ τρέφουσα μὲν ἡνίκα θρέψεως δεῖται, παρασκευάζουσα δ' αὐτῇ τὸ αἷμα, δι' οὗ θρέψει τὰ τροφῆς δεόμενα μόρια, τῷ δ' αἵματι πάλιν <καὶ> αὐτῷ πρὸς τὸ γεννηθῆναι παρασκευάζουσα |