Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.229
Not analysed yet
δῆλον, ὅσον ἀξιώματι προύχει τῶν ποιητικῶν ὑγείας αἰτίων. ἅπαντα γὰρ τἄλλα παρασκευάζει τὴν οἰκείαν ὕλην αὐτῇ, καθάπερ ἐκτὸς ὁρῶμεν ἄλλην τέχνην <ἄλλαις> ὑπουργοῦσαν. ὑφάντῃ μὲν γὰρ κερκίδας καὶ ἱστοὺς καὶ κτένας ὁ τέκτων παρασκευάζει, τούτῳ δὲ ξύλα μὲν ὁ ὑλοτόμος, ἀξίνην δὲ καὶ σκέπαρνον ὁ χαλκεύς, τῷ χαλκεῖ δ' αὐτῷ τὸν σίδηρον ὁ μεταλλεύς. καὶ σπάνιόν ἐστιν εὑρεῖν τέχνην ποιητικὴν οὐδεμιᾶς ἑτέρας δεομένην ἢ ὄργανα παρασκευαζούσης ἢ ὕλην ἐπιτήδειον εἰς τὸ δημιουργούμενον. οὕτως οὖν καὶ τῷ ἰατρῷ πολλαὶ τέχναι παρασκευάζουσι <τὰ ὄργανα καὶ> τὰς ἐπιτηδείους ὕλας, ὥσπερ αὐτὸς αὖ πάλιν τῇ φύσει μετά τινων ὑπηρετῶν. ἀνὰ λόγον γάρ ἐστιν ὡς ἀρχιτέκτων πρὸς οἰκοδόμους καὶ τέκτονας καὶ τοὺς ἄλλους τεχνίτας, ὧν ἐστιν ἀρχικός, οὕτως ὁ ἰατρὸς πρὸς ὑπηρέτας. εἰσὶ δ' οὗτοι ῥιζοτόμοι, μυρεψοί, μάγειροι, καταπλάττοντες, ἐπιβρέχοντες, κλύζοντες, ἀποσχάζοντες, φλεβοτομοῦντες, σικυάζοντες. εἰ δ' ἡμεῖς καὶ |