Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.230
Not analysed yet
ταῦτα μεμαθήκαμέν τε καὶ πράττομεν, ὅμοιόν τι ποιοῦμεν ἐρέσσειν ἐπισταμένῳ κυβερνήτῃ καὶ ῥᾳδίως ἐπ' ἄκρον ἀναβῆναι δυναμένῳ τοῦ ἱστοῦ ὅσα τ' ἄλλα τῶν ναυτῶν ἐστιν ἔργα γινώσκοντί τε καὶ πράττοντι. καὶ γὰρ στρατηγοὶ πολλοὶ πολλάκις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ μάχεσθαι διὰ ξιφῶν τε καὶ δοράτων ἐπίστανταί τε καὶ πράττουσι καὶ βασιλεῖς ὡσαύτως, ἀλλ' οὐχ ᾗ βασιλεὺς ἢ στρατηγὸς ἦν Ἀλέξανδρος ὁ Μακεδὼν ἢ Φίλιππος ὁ πατὴρ αὐτοῦ, ταύτῃ τὰ τῶν στρατιωτῶν ἔπραττον, ἀλλὰ καθ' ἑτέρας τέχνας ὑπηρετικὰς τῇ στρατηγικῇ τε καὶ βασιλικῇ. καὶ τοίνυν καὶ ἡμεῖς ᾗ μὲν ἰατροὶ γινώσκομεν ἑκάστου βοηθήματος ποιότητά τε καὶ ποσότητα καὶ καιρὸν <καὶ> τρόπον χρήσεως, ᾗ δ' ὑπηρέται φλεβοτομοῦμεν καὶ σικυάζομεν καὶ τἄλλα διὰ τῶν χειρῶν ἐνεργοῦμεν. ἀξιώματι τοιγαροῦν ἡ μὲν ἰατρικὴ προτέρα τῶν ἰατρῶν ἐστιν, ὁ δ' ἰατρὸς τῆς ὑπηρετικῆς τέχνης, ἐκείνη δὲ τῶν ὑπηρετῶν, οἱ δ' ὑπηρέται τῶν παρασκευαζουσῶν αὐτοῖς τά τε ὄργανα καὶ τὰς ὕλας τεχνῶν, ἐκεῖναι δὲ τῶν ἐργαζομένων τὰ κατὰ ταύτας τεχνιτῶν, |