Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.233
Not analysed yet
***κοιναὶ δὲ ἁπασῶν τῶν εἰρημένων δυνάμεων ἕτεραι τέτταρές εἰσιν, ὧν ἔμπροσθεν ἐμνημόνευσα, κληθεισῶν ὑπ' ἐμοῦ σαφηνείας ἕνεκεν, ἑλκτικῆς, καθεκτικῆς, ἀλλοιωτικῆς καὶ ἀποκριτικῆς. τούτων οὖν ὑμᾶς ἀξιῶ μεμνῆσθαι γινώσκοντας ἐνταῦθα μόνον εἰρῆσθαί μοι τὸν λόγον τόνδε, δεικνύντι τὴν φύσιν ἁπασῶν τεχνῶν πρώτην τε καὶ κυριωτάτην <οὖσαν εἰς τὰς> ἰάσεις. Ἀνευρίσκει ἡ φύσις ἑαυτῇ τὰς ἐφόδους οὐκ ἐκ διανοίης, τὰ μὲν οἷον τὸ σκαρδαμύσσειν, τὰ δὲ καὶ ἡ γλῶσσα ὑπουργέει καὶ ὅσα ἄλλα τοιαῦτα. εὐπαίδευτος ἡ φύσις ἐοῦσα καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιέει. Ἐφόδους ὠνόμασε φύσεως, ὡς εἰ καὶ ὁδοὺς ἢ ὁρμὰς ἐπὶ τὰς ἐνεργείας εἶπεν, οὐχ ὡς ἡμεῖς διανοούμενοί τε καὶ προαιρούμενοι πράττομεν, οὕτως γινομένας. τὸ γοῦν σκαρ|