Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.234
Not analysed yet
δαμύσσειν (ὀνομάζεται δ' οὕτως τὸ κλείσαντα τὰ βλέφαρα διὰ ταχέων αὖθις ἀνοῖξαι) παραχρῆμα τοῖς γεννηθεῖσιν εὐθέως ὑπάρχει ζῴοις ἀδιδάκτως. δῆλον δ' ὅτι τὸ ἔργον τοῦτο μεγίστην ὠφέλειαν παρέχει τοῖς ὀφθαλμοῖς. ἔκαμνέ τε γὰρ <ἂν> ἀνεῳγμένα τὰ βλέφαρα παντὶ τῷ χρόνῳ τῆς ἐγρηγόρσεως, ἐνέπιπτέ τ' ἂν ἔξωθεν αὐτοῖς πολλὰ λυμαινόμενα τοῖς χιτῶσιν αὐτῶν. τούτου δ' ἔτι θαυμασιώτερόν ἐστιν ἔργον τῆς φύσεως, ὃ παρορῶσιν οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ πλείονες, καίτοι καθ' ἑκάστην ἡμέραν γινόμενον. ἐὰν γοῦν παιδίῳ διετεῖ δείξας ἄρτον ὀνομάσῃς αὐτὸ τοῦτο τοὔνομα τοῦ "ἄρτος" ἅμα τῷ δεῖξαι καὶ ποιήσῃς οὕτω δίς που καὶ τρίς, ὅτι τε τοῦ δεικνυμένου σώματος ἡ "ἄρτος" φωνὴ σημεῖόν ἐστιν, ἐνενόησε τὸ παιδίον αὐτό τε μιμησάμενον αὐτὴν φθέγγεται <μὴ> διδαχθὲν ὅπως χρὴ κινῆσαι τὴν γλῶτταν. ἀνὰ λόγον δὲ τούτῳ καὶ κατὰ τὰς ἄλλας κινήσεις, ἃς ὀνομάζουσι προαιρετικάς, ὑπὸ πάντων γίνεται τῶν ζῴων. ἐὰν γοῦν ἐθελήσῃ κάμψαι τι τῶν κώλων, αὐτίκα τοῦτο ποιεῖ, καίτοι μὴ γινῶσκον ἐκεῖνον τὸν |