Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.242
Not analysed yet
Γράφουσι μὲν καὶ ταύτην τὴν λέξιν ἄλλος ἄλλως, ἀλλ' ἐγὼ καὶ νῦν τὴν τοῖς πλείστοις ὁμολογουμένην γραφὴν ὅλῃ τε τῇ κατὰ τὴν ῥῆσιν διανοίᾳ συμφωνοῦσαν ἔν τε τοῖς ἀκριβέσι τῶν παλαιῶν ἀντιγράφων εὑρισκομένην εἱλόμην. ἔστι δ' ὁ νοῦς αὐτῆς τοιοῦτος· ὥσπερ ἐπὶ τῶν προειρημένων συμπτωμάτων ἔργα φύσεως αὐτοδιδάκτου διῆλθεν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου γινόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν οὔρου καὶ ἀφόδου καὶ φύσης διττῆς ἐμνημόνευσε καὶ τροφῆς καὶ διαπνοῆς καὶ τῶν τοῖς θήλεσι ζῴοις ὑπαρχόντων μόνοις, εἶτ' ἐφεξῆς ἱδρώτων τε καὶ κνησμῶν καὶ σκορδινισμῶν. ἡ μὲν γὰρ τῶν οὔρων διάκρισις ἐὰν ἀναμνησθῇς ὅπως γίνεται, θαυμαστὴν ἐνδείξεταί σοι <τῆς φύσεως> πρόνοιαν εἰς τὰ ζῷα, τῆς τε τῶν νεφρῶν κατασκευῆς ἕνεκα καὶ τῆς τῶν οὐρητήρων ἐκφύσεως, ἣν ἐκ τῆς κοιλίας τῶν νεφρῶν ἴσχουσιν, ἔτι τε τῶν ἐπιθεμάτων, ἃ τοῖς εἰς τὴν κύστιν ἐμφυομένοις στόμασιν αὐτῶν ἐπίκειται, τοῦ τε μυὸς, ὃς ἀνὰ λόγον τῷ κατὰ τὴν ἕδραν σφιγκτῆρι περιβέβληται τῷ τραχήλῳ τῆς κύστεως, ἐπὶ τούτοις τε τῶν ἄλλων, ὅσα μικρότερα μέν ἐστι |