Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.241
Not analysed yet
γράφων ὑπὸ τοῦ πρώτου βιβλιογράφου, τάχα δὲ αὐτοῦ τοῦ Ἱπποκράτους παραλιπόντος, ὡς ἂν ἑαυτῷ τινα ὑποτύπωσιν γράφοντος, οὐ πρὸς ἔκδοσιν σύγγραμμα. τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως γεγραμμένον οὐ τοῦ αὐτοῦ παντάπασι τρόπου τοιόνδ' ἐστί· "πάντα τὰ εἰρημένα πᾶσι τοῖς εἰρημένοις οὐ τοῦ αὐτοῦ τρόπου ἐστίν." ὡς γὰρ ἐδείξαμεν, ἔνια μὲν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων μόνων γίνεται, τινὰ δὲ ἐπὶ μόνων τῶν νοσωδῶν διαθέσεων, ὥσπερ γ' αὖ πάλιν ἐπ' ἀμφοτέρων ἔνια καὶ τινὰ μὲν αὐτῶν μόνης τῆς φύσεώς ἐστιν ἔργα, ***γραφόντων δὲ τήνδε τὴν λέξιν τῶν ἐξηγητῶν πολυειδῶς, ὀλίγον ὕστερον αἱ γραφαὶ λεχθήσονται. νυνὶ δὲ πρότερον, ὅσον ἔθ' ὑπόλοιπόν ἐστιν ὅλης τῆς ῥήσεως, ἐν ᾗ τὰ τῆς φύσεως ἔργα κατέλεξεν, ἐξηγήσομαι. Οὖρα καὶ ἄφοδος καὶ φύση διττὴ καὶ τροφὴ καὶ πνοὴ, καὶ τοῖσι θήλεσι <ἃ> τούτοισι, καὶ κατὰ τὸ ἄλλο σῶμα ἱδρῶτες, κνησμοὶ, σκορδινισμοὶ καὶ ὅσα τοιαῦτα. |