Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.244
Not analysed yet
ὥσπερ δὲ |τῆς τροφῆς περιττώματα θαυμαστὴν οἰκονομίαν ἔχει κατὰ τὴν διάκρισιν, οὕτω καὶ περὶ τὴν τῆς φύσης ἀπόκρισιν ἑκατέρας, τῆς τε κατὰ τὸ ἀπευθυσμένον ἔντερον καὶ τῆς διὰ τοῦ στομάχου γινομένης, ἣν ἐρυγὴν ὀνομάζουσιν, τῆς φύσεως ἐμφαίνεταί τις πρόνοια, πρὸς ἔκκρισιν ἑκατέρας τῆς φύσης ὁρμώντων τῶν ὀργάνων, ἐν οἷς ἀθροίζονται. φαίνονται <γὰρ ἑκατέρως> ἐκκρινόμεναι, κἂν ὑπνοῦντες τύχωσιν οἱ ἔχοντες αὐτὰς κἂν ἐν καταφορᾷ καὶ καταλήψει καὶ ληθάργῳ καὶ κάρῳ καὶ παραφροσύνῃ καὶ βαθεῖ κώματι. παραπλησίως δ' ἂν εὕροις τέχνην τῆς φύσεως, εἰ μάθοις, ὅσα περί τε τὴν τῆς τροφῆς οἰκονομίαν καὶ τοῦ πνεύματος ἐργάζεται, καὶ τούτων ἔτι μᾶλλον θαυμάσεις, εἰ γνοίης ὅσα τοῖς θήλεσιν ἕνεκα τῆς κυήσεως ἐτεχνήσατο. παραπλήσια δὲ αὐτοῖς ἐστι καὶ τὰ καθ' ὅλον τὸ σῶμα περί τε τὴν τῶν ἱδρώτων ἔκκρισιν καὶ κνησμοὺς καὶ σκορδινισμούς. ὀνομάζουσιν μὲν οὖν κνησμὸν τὴν διὰ τῶν ὀνύχων ἐπιβολήν τε καὶ κίνησιν, ἣν ἐπὶ τῶν ὀδαξουμένων μορίων ποιεῖται τὰ ζῷα, φύσει καὶ