Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.245
Not analysed yet
τούτου πᾶσιν ὑπάρχοντος αὐτοῖς. ἐθεάσα|σθε οὖν καὶ πρῴην, ἡνίκα τὴν αἶγα ζῶσαν ἀνετέμνομεν ἐγκύμονα οὖσαν, τὸ καταδεδεμένης αὐτῆς ἐξαιρεθὲν ἔμβρυον ὅπως ἐπὶ τὴν γῆν κατατεθὲν πρῶτον ἐπὶ τῶν τεττάρων ποδῶν βαδίζειν ἐπεχείρησεν, οὐδενὸς αὐτὸ διδάξαντος ἕνεκα βαδίσεως ὑποτεθεῖσθαι ταῦτα τὰ μόρια, καὶ μικρὸν ὕστερον ἀποσεισάμενον τὴν περικειμένην ἔξωθεν ἑαυτῷ περιττὴν κατὰ τοῦ δέρματος ὑγρότητα καὶ μετ' ὀλίγον αὖθις ἑνὶ τῶν ποδῶν τὰς πλευρὰς κνησάμενον, ἐφ' ᾧ καὶ πάντες οἱ παρόντες ἀνεκράγετε, πρῶτον μὲν ὅτι τὴν ἴασιν εὗρεν αὐτὸ τοῦ συμπτώματος ἄνευ τοῦ διδαχθῆναι, δεύτερον δὲ ὅτι διὰ τοῦδε τοῦ μορίου δύναται μόνου γενέσθαι, καὶ τρίτον ὅτι κατὰ τόνδε τὸν τρόπον. ὁ δὲ σκορδινισμὸς τοιοῦτον μέν ἐστι σύμπτωμα κατὰ πάντας οἶμαι τοὺς μῦς, οἷόνπερ ἐπὶ τῆς χάσμης γίνεται μόνοις τοῖς περὶ τὴν κάτω γένυν, ἐδείχθη δ' ἐν ταῖς τῶν Συμπτωμάτων αἰτίαις, εἴ τί γε μέμνησθε, καὶ τοῦτο κενώσεως ἕνεκα τῶν ἐν τοῖς μυσὶν ἀτμωδῶν περιττωμάτων ὑπὸ τῆς φύσεως γινόμενον. ὁρᾶται δὲ ἀδιδάκτως αὐτὸ καὶ τὰ βρέφη καὶ τὰ ἄλλα ζῷα |